Πρωτότυπο κείμενο
41
καὶ ἰδοὺ ἦλθεν ἀνὴρ ᾧ ὄνομα Ἰάειρος, καὶ αὐτὸς ἄρχων τῆς συναγωγῆς
ὑπῆρχε· καὶ πεσὼν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ παρεκάλει αὐτὸν εἰσελθεῖν
εἰς τὸν οἶκον αὐτοῦ, 42 ὅτι θυγάτηρ μονογενὴς ἦν αὐτῷ ὡς ἐτῶν
δώδεκα, καὶ αὕτη ἀπέθνησκεν. Ἐν δὲ τῷ ὑπάγειν αὐτὸν οἱ ὄχλοι συνέπνιγον
αὐτόν. 43 καὶ γυνὴ οὖσα ἐν ρύσει αἵματος ἀπὸ ἐτῶν δώδεκα,
ἥτις ἰατροῖς προσαναλώσασα ὅλον τὸν βίον οὐκ ἴσχυσεν ὑπ᾿ οὐδενὸς
θεραπευθῆναι, 44 προσελθοῦσα ὄπισθεν ἥψατο τοῦ κρασπέδου τοῦ
ἱματίου αὐτοῦ, καὶ παραχρῆμα ἔστη ἡ ρύσις τοῦ αἵματος αὐτῆς. 45
καὶ εἶπεν ὁ Ἰησοῦς· τίς ὁ ἁψάμενός μου; ἀρνουμένων δὲ πάντων εἶπεν ὁ
Πέτρος καὶ οἱ σὺν αὐτῷ· ἐπιστάτα, οἱ ὄχλοι συνέχουσί σε καὶ ἀποθλίβουσι,
καὶ λέγεις τίς ὁ ἁψάμενός μου; 46 ὁ δὲ Ἰησοῦς εἶπεν· ἥψατό
μού τις· ἐγὼ γὰρ ἔγνων δύναμιν ἐξελθοῦσαν ἀπ᾿ ἐμοῦ. 47 ἰδοῦσα
δὲ ἡ γυνὴ ὅτι οὐκ ἔλαθε, τρέμουσα ἦλθε καὶ προσπεσοῦσα αὐτῷ δι᾿ ἣν
αἰτίαν ἥψατο αὐτοῦ ἀπήγγειλεν αὐτῷ ἐνώπιον παντὸς τοῦ λαοῦ, καὶ ὡς ἰάθη
παραχρῆμα.
48
ὁ δὲ εἶπεν αὐτῇ· θάρσει, θύγατερ, ἡ πίστις σου σέσωκέ σε· πορεύου εἰς
εἰρήνην. 49 Ἔτι αὐτοῦ λαλοῦντος ἔρχεταί τις παρὰ τοῦ
ἀρχισυναγώγου λέγων αὐτῷ ὅτι τέθνηκεν ἡ θυγάτηρ σου· μὴ σκύλλε τὸν
διδάσκαλον. 50 ὁ δὲ Ἰησοῦς ἀκούσας ἀπεκρίθη αὐτῷ λέγων· μὴ
φοβοῦ· μόνον πίστευε, καὶ σωθήσεται. 51 ἐλθὼν δὲ εἰς τὴν
οἰκίαν οὐκ ἀφῆκεν εἰσελθεῖν οὐδένα εἰ μὴ Πέτρον καὶ Ἰωάννην καὶ Ἰάκωβον
καὶ τὸν πατέρα τῆς παιδὸς καὶ τὴν μητέρα. 52 ἔκλαιον δὲ
πάντες καὶ ἐκόπτοντο αὐτήν. ὁ δὲ εἶπε· μὴ κλαίετε· οὐκ ἀπέθανεν ἀλλὰ
καθεύδει. 53 καὶ κατεγέλων αὐτοῦ, εἰδότες ὅτι ἀπέθανεν.
54 αὐτὸς δὲ ἐκβαλὼν ἔξω πάντας καὶ κρατήσας τῆς χειρὸς αὐτῆς
ἐφώνησε λέγων· ἡ παῖς, ἐγείρου. 55 καὶ ἐπέστρεψε τὸ πνεῦμα
αὐτῆς, καὶ ἀνέστη παραχρῆμα, καὶ διέταξεν αὐτῇ δοθῆναι φαγεῖν. 56
καὶ ἐξέστησαν οἱ γονεῖς αὐτοῖς. ὁ δὲ παρήγγειλεν αὐτοῖς μηδενὶ εἰπεῖν τὸ
γεγονός.
Νεοελληνική απόδοση (Βάμβας)
41Και ιδού, ήλθεν άνθρωπος ονομαζόμενος Ιάειρος, όστις ήτο άρχων της συναγωγής και πεσών εις τους πόδας του Ιησού, παρεκάλει αυτόν να εισέλθη εις τον οίκον αυτού,
42διότι είχε θυγατέρα μονογενή ως ετών δώδεκα, και αύτη απέθνησκεν. Ενώ δε επορεύετο, οι όχλοι συνέθλιβον αυτόν.
43Και γυνή τις έχουσα ρύσιν αίματος δώδεκα έτη, ήτις δαπανήσασα εις ιατρούς όλον τον βίον αυτής δεν ηδυνήθη να θεραπευθή υπ' ουδενός,
44πλησιάσασα όπισθεν ήγγισε το άκρον του ιματίου αυτού, και παρευθύς εστάθη η ρύσις του αίματος αυτής.
45Και είπεν ο Ιησούς· Τις μου ήγγισε; και ενώ ηρνούντο πάντες, είπεν ο Πέτρος και οι μετ' αυτού· Επιστάτα, οι όχλοι σε συμπιέζουσι και σε συνθλίβουσι, και λέγεις· Τις μου ήγγισεν;
46Ο δε Ιησούς είπε· Μου ήγγισέ τις· διότι εγώ ενόησα ότι εξήλθε δύναμις απ' εμού.
47Ιδούσα δε η γυνή ότι δεν εκρύφθη, ήλθε τρέμουσα και προσπεσούσα εις αυτόν, απήγγειλε προς αυτόν ενώπιον παντός του λαού διά ποίαν αιτίαν ήγγισεν αυτόν, και ότι παρευθύς ιατρεύθη.
48Ο δε είπε προς αυτήν· Θάρρει, θύγατερ, η πίστις σου σε έσωσεν· ύπαγε εις ειρήνην.
49Ενώ δε ελάλει έτι, έρχεταί τις παρά του αρχισυναγώγου, λέγων προς αυτόν ότι απέθανεν η θυγάτηρ σου· μη ενόχλει τον Διδάσκαλον.
50Ο δε Ιησούς ακούσας απεκρίθη προς αυτόν, λέγων· Μη φοβού· μόνον πίστευε, και θέλει σωθή.
51Και ότε εισήλθεν εις την οικίαν, δεν αφήκεν ουδένα να εισέλθη ειμή τον Πέτρον και Ιάκωβον και Ιωάννην και τον πατέρα της κόρης και την μητέρα.
52Έκλαιον δε πάντες και εθρήνουν αυτήν. Ο δε είπε· Μη κλαίετε· δεν απέθανεν, αλλά κοιμάται.
53Και κατεγέλων αυτόν, εξεύροντες ότι απέθανεν.
54Αλλ' αυτός εκβαλών έξω πάντας και πιάσας την χείρα αυτής, εφώναξε λέγων· Κοράσιον, σηκώθητι.
55Και υπέστρεψε το πνεύμα αυτής, και ανέστη παρευθύς, και προσέταξε να δοθή εις αυτήν να φάγη.
56Και εξεπλάγησαν οι γονείς αυτής. Ο δε παρήγγειλεν εις αυτούς να μη είπωσιν εις μηδένα το γεγονός.