希腊文原文
31Οταν δὲ ἔλθῃ ὁ υἱὸς τοῦ ἀνθρώπου ἐν τῇ δόξῃ αὐτοῦ καὶ πάντες οἱ ἄγγελοι μετ' αὐτοῦ, τότε καθίσει ἐπὶ θρόνου δόξης αὐτοῦ:
32καὶ συναχθήσονται
ἔμπροσθεν αὐτοῦ πάντα τὰ ἔθνη, καὶ ἀφορίσει
αὐτοὺς ἀπ' ἀλλήλων,
ὥσπερ ὁ ποιμὴν
ἀφορίζει τὰ πρόβατα ἀπὸ τῶν ἐρίφων,
33καὶ στήσει τὰ μὲν πρόβατα ἐκ δεξιῶν αὐτοῦ τὰ δὲ ἐρίφια ἐξ εὐωνύμων.
34τότε ἐρεῖ ὁ βασιλεὺς τοῖς ἐκ δεξιῶν αὐτοῦ, Δεῦτε, οἱ
εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε
τὴν ἡτοιμασμένην ὑμῖν
βασιλείαν ἀπὸ καταβολῆς
κόσμου:
35ἐπείνασα γὰρ καὶ ἐδώκατέ μοι φαγεῖν,
ἐδίψησα καὶ ἐποτίσατέ με, ξένος ἤμην καὶ
συνηγάγετέ με,
36γυμνὸς καὶ
περιεβάλετέ με, ἠσθένησα καὶ ἐπεσκέψασθέ
με, ἐν
φυλακῇ ἤμην καὶ ἤλθατε πρός με.
37τότε ἀποκριθήσονται αὐτῷ οἱ δίκαιοι
λέγοντες, Κύριε, πότε σε εἴδομεν
πεινῶντα καὶ ἐθρέψαμεν, ἢ διψῶντα καὶ ἐποτίσαμεν;
38πότε δέ σε εἴδομεν ξένον καὶ
συνηγάγομεν, ἢ γυμνὸν καὶ περιεβάλομεν;
39πότε δέ σε εἴδομεν
ἀσθενοῦντα ἢ ἐν φυλακῇ καὶ ἤλθομεν πρός σε;
40καὶ ἀποκριθεὶς ὁ βασιλεὺς ἐρεῖ αὐτοῖς, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον ἐποιήσατε ἑνὶ τούτων τῶν ἀδελφῶν μου τῶν ἐλαχίστων, ἐμοὶ
ἐποιήσατε.
41Τότε ἐρεῖ καὶ τοῖς ἐξ εὐωνύμων,
Πορεύεσθε ἀπ' ἐμοῦ [οἱ] κατηραμένοι
εἰς τὸ
πῦρ τὸ
αἰώνιον τὸ ἡτοιμασμένον
τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις
αὐτοῦ:
42ἐπείνασα γὰρ καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν, ἐδίψησα καὶ οὐκ ἐποτίσατέ με,
43ξένος ἤμην καὶ οὐ συνηγάγετέ με, γυμνὸς καὶ οὐ περιεβάλετέ
με, ἀσθενὴς καὶ ἐν φυλακῇ καὶ οὐκ
ἐπεσκέψασθέ με.
44τότε ἀποκριθήσονται καὶ αὐτοὶ λέγοντες,
Κύριε, πότε σε εἴδομεν πεινῶντα ἢ διψῶντα ἢ ξένον ἢ γυμνὸν ἢ ἀσθενῆ ἢ ἐν φυλακῇ καὶ οὐ διηκονήσαμέν
σοι;
45τότε ἀποκριθήσεται
αὐτοῖς λέγων, Ἀμὴν λέγω ὑμῖν, ἐφ' ὅσον οὐκ ἐποιήσατε ἑνὶ τούτων τῶν ἐλαχίστων,
οὐδὲ ἐμοὶ ἐποιήσατε.
46καὶ ἀπελεύσονται
οὗτοι εἰς κόλασιν
αἰώνιον, οἱ δὲ δίκαιοι εἰς ζωὴν αἰώνιον.
中文(和合本)
31「当人子在他荣耀里、同着众天使降临的时候,要坐在他荣耀的宝座上。
32万民都要聚集在他面前。他要把他们分别出来,好像牧羊的分别绵羊山羊一般,
33把绵羊安置在右边,山羊在左边。
34于是王要向那右边的说:『你们这蒙我父赐福的,可来承受那创世以来为你们所预备的国;
35因为我饿了,你们给我吃,渴了,你们给我喝;我作客旅,你们留我住;
36我赤身露体,你们给我穿;我病了,你们看顾我;我在监里,你们来看我。』
37义人就回答说:『主啊,我们甚么时候见你饿了,给你吃,渴了,给你喝?
38甚么时候见你作客旅,留你住,或是赤身露体,给你穿?
39又甚么时候见你病了,或是在监里,来看你呢?』
40王要回答说:『我实在告诉你们,这些事你们既做在我这弟兄中一个最小的身上,就是做在我身上了。』
41王又要向那左边的说:『你们这被咒诅的人,离开我!进入那为魔鬼和他的使者所预备的永火里去!
42因为我饿了,你们不给我吃,渴了,你们不给我喝;
43我作客旅,你们不留我住;我赤身露体,你们不给我穿;我病了,我在监里,你们不来看顾我。』
44他们也要回答说:『主啊,我们甚么时候见你饿了,或渴了,或作客旅,或赤身露体,或病了,或在监里,不伺候你呢?』
45王要回答说:『我实在告诉你们,这些事你们既不做在我这弟兄中一个最小的身上,就是不做在我身上了。』
46这些人要往永刑里去;那些义人要往永生里去。」