Greek
1
ΚΑΙ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς
ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ,
ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα
ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
6 ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ
πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ,
ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι
τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ
ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς
πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς
τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν
αὐτοῦ τοὺς ὀφθαλμούς.
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ
δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ
βλέπω.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ
ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται
ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι
ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν
καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν
ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν
ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς
ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς
περὶ ἑαυτοῦ λαλήσει.
22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους·
ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν,
ἀποσυνάγωγος γένηται.
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν
ἐρωτήσατε.
24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ
εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος
ἁμαρτωλός ἐστιν.
25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ
οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς
ὀφθαλμούς;
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί
πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς
δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ
οἴδαμεν πόθεν ἐστίν.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ
θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς
ὀφθαλμούς.
31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις
θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ
γεγεννημένου.
33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης
ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν
εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα
πιστεύσω εἰς αὐτόν;
37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ
σοῦ ἐκεῖνός ἐστιν.
38
ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
العربية
1وفيما هو مجتاز رأى انسانا اعمى منذ ولادته.
2 فسأله تلاميذه قائلين يا معلّم من اخطأ هذا أم ابواه حتى ولد اعمى.
3اجاب يسوع لا هذا اخطأ ولا ابواه لكن لتظهر اعمال الله
فيه.
4 ينبغي ان اعمل اعمال الذي ارسلني ما دام نهار.
يأتي ليل حين لا يستطيع احد ان يعمل.
5ما دمت في العالم فانا نور العالم
6 قال هذا وتفل على الارض وصنع من التفل طينا وطلى بالطين عيني الاعمى.
7وقال له اذهب اغتسل في بركة سلوام.
الذي تفسيره مرسل.
فمضى واغتسل وأتى بصيرا
8 فالجيران والذين كانوا يرونه قبلا انه كان اعمى قالوا أليس هذا هو الذي
كان يجلس ويستعطي.
9آخرون قالوا هذا هو.
وآخرون انه يشبهه.
واما هو فقال اني انا هو.
10فقالوا له كيف انفتحت عيناك.
11 اجاب ذاك وقال.
انسان يقال له يسوع صنع طينا وطلى
عينيّ وقال لي اذهب الى بركة سلوام واغتسل.
فمضيت واغتسلت فابصرت.
12فقالوا له اين ذاك.
قال لا اعلم.
13فأتوا الى الفريسيين بالذي كان قبلا اعمى.
14وكان سبت حين صنع يسوع الطين وفتح عينيه.
15 فسأله الفريسيون ايضا كيف ابصر.
فقال لهم وضع طينا على
عينيّ واغتسلت فانا أبصر.
16 فقال قوم من الفريسيين هذا الانسان ليس من الله لانه لا يحفظ السبت.
آخرون قالوا كيف يقدر انسان خاطئ ان يعمل مثل هذه الآيات.
وكان بينهم انشقاق.
17قالوا ايضا للاعمى ماذا تقول انت عنه من حيث انه فتح
عينيك.
فقال انه نبي.
18فلم يصدق اليهود عنه انه كان اعمى فأبصر حتى دعوا ابوي
الذي ابصر.
19 فسألوهما قائلين أهذا ابنكما الذي تقولان انه ولد اعمى.
فكيف يبصر الآن.
20 اجابهم ابواه وقالا نعلم ان هذا ابننا وانه ولد اعمى.
21واما كيف يبصر الآن فلا نعلم.
او من فتح عينيه فلا نعلم.
هو كامل السن.
اسألوه فهو يتكلم عن
نفسه.
22قال ابواه هذا لانهما كانا يخافان من اليهود.
لان اليهود كانوا قد تعاهدوا انه ان اعترف احد بانه المسيح
يخرج من المجمع.
23لذلك قال أبواه انه كامل السن اسألوه
24 فدعوا ثانية الانسان الذي كان اعمى وقالوا له اعطي مجدا لله.
نحن نعلم ان هذا الانسان خاطئ.
25 فاجاب ذاك وقال أخاطئ هو.
لست اعلم.
انما اعلم شيئا واحدا.
اني كنت اعمى والآن ابصر.
26فقالوا له ايضا ماذا صنع بك.
كيف فتح عينيك.
27اجابهم قد قلت لكم ولم تسمعوا.
لماذا تريدون ان تسمعوا
ايضا ألعلكم انتم تريدون ان تصيروا له تلاميذ.
28فشتموه وقالوا انت تلميذ ذاك.
واما نحن فاننا تلاميذ
موسى.
29نحن نعلم ان موسى كلمه الله.
واما هذا فما نعلم من
اين هو.
30اجاب الرجل وقال لهم ان في هذا عجبا انكم لستم تعلمون
من اين هو وقد فتح عينيّ.
31ونعلم ان الله لا يسمع للخطاة.
ولكن ان كان احد يتقي
الله ويفعل مشيئته فلهذا يسمع.
32منذ الدهر لم يسمع ان احدا فتح عيني مولود اعمى.
33لو لم يكن هذا من الله لم يقدر ان يفعل شيئا.
34 اجابوا وقالوا له في الخطايا ولدت انت بجملتك وانت تعلّمنا.
فاخرجوه خارجا
35فسمع يسوع انهم اخرجوه خارجا فوجده وقال له أتؤمن بابن
الله.
36اجاب ذاك وقال من هو يا سيد لأومن به.
37 فقال له يسوع قد رأيته والذي يتكلم معك هو هو.
38فقال أومن يا سيد.
وسجد له