Πρωτότυπο κείμενο
1
ΚΑΙ παράγων εἶδεν ἄνθρωπον τυφλὸν ἐκ γενετῆς.
2 καὶ ἠρώτησαν αὐτὸν οἱ μαθηταὶ αὐτοῦ λέγοντες· ραββί, τίς
ἥμαρτεν, οὗτος ἢ οἱ γονεῖς αὐτοῦ, ἵνα τυφλὸς γεννηθῇ;
3 ἀπεκρίθη Ἰησοῦς· οὔτε οὗτος ἥμαρτεν οὔτε οἱ γονεῖς αὐτοῦ,
ἀλλ᾿ ἵνα φανερωθῇ τὰ ἔργα τοῦ Θεοῦ ἐν αὐτῷ.
4 ἐμὲ δεῖ ἐργάζεσθαι τὰ ἔργα τοῦ πέμψαντός με ἕως ἡμέρα
ἐστίν· ἔρχεται νὺξ ὅτε οὐδεὶς δύναται ἐργάζεσθαι.
5 ὅταν ἐν τῷ κόσμῳ ᾦ, φῶς εἰμι τοῦ κόσμου.
6 ταῦτα εἰπὼν ἔπτυσε χαμαὶ καὶ ἐποίησε πηλὸν ἐκ τοῦ
πτύσματος, καὶ ἐπέχρισε τὸν πηλὸν ἐπὶ τοὺς ὀφθαλμοὺς τοῦ τυφλοῦ
7 καὶ εἶπεν αὐτῷ· ὕπαγε νίψαι εἰς τὴν κολυμβήθραν τοῦ Σιλωάμ,
ὃ ἑρμηνεύεται ἀπεσταλμένος. ἀπῆλθεν οὖν καὶ ἐνίψατο, καὶ ἦλθε βλέπων.
8 Οἱ οὖν γείτονες καὶ οἱ θεωροῦντες αὐτὸν τὸ πρότερον ὅτι
τυφλὸς ἦν, ἔλεγον· οὐχ οὗτός ἐστιν ὁ καθήμενος καὶ προσαιτῶν;
9 ἄλλοι ἔλεγον ὅτι οὗτός ἐστιν· ἄλλοι δὲ ὅτι ὅμοιος αὐτῷ
ἐστιν. ἐκεῖνος ἔλεγεν ὅτι ἐγώ εἰμι.
10 ἔλεγον οὖν αὐτῷ· πῶς ἀνεῴχθησάν σου οἱ ὀφθαλμοί;
11 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπεν· ἄνθρωπος λεγόμενος Ἰησοῦς
πηλὸν ἐποίησε καὶ ἐπέχρισέ μου τοὺς ὀφθαλμοὺς καὶ εἶπέ μοι· ὕπαγε εἰς
τὴν κολυμβήθραν τοῦ Σιλωὰμ καὶ νίψαι· ἀπελθὼν δὲ καὶ νιψάμενος ἀνέβλεψα.
12 εἶπον οὖν αὐτῷ· ποῦ ἐστιν ἐκεῖνος; λέγει· οὐκ οἶδα.
13 Ἄγουσιν αὐτὸν πρὸς τοὺς Φαρισαίους, τόν ποτε τυφλόν.
14 ἦν δὲ σάββατον ὅτε τὸν πηλὸν ἐποίησεν ὁ Ἰησοῦς καὶ ἀνέῳξεν
αὐτοῦ τοὺς ὀφθαλμούς.
15 πάλιν οὖν ἠρώτων αὐτὸν καὶ οἱ Φαρισαῖοι πῶς ἀνέβλεψεν. ὁ
δὲ εἶπεν αὐτοῖς· πηλὸν ἐπέθηκέ μου ἐπὶ τοὺς ὀφθαλμούς, καὶ ἐνιψάμην, καὶ
βλέπω.
16 ἔλεγον οὖν ἐκ τῶν Φαρισαίων τινές· οὗτος ὁ ἄνθρωπος οὐκ
ἔστι παρὰ τοῦ Θεοῦ, ὅτι τὸ σάββατον οὐ τηρεῖ. ἄλλοι ἔλεγον· πῶς δύναται
ἄνθρωπος ἁμαρτωλὸς τοιαῦτα σημεῖα ποιεῖν; καὶ σχίσμα ἦν ἐν αὐτοῖς.
17 λέγουσι τῷ τυφλῷ πάλιν· σὺ τί λέγεις περὶ αὐτοῦ, ὅτι
ἤνοιξέ σου τοὺς ὀφθαλμούς; ὁ δὲ εἶπεν ὅτι προφήτης ἐστίν.
18 οὐκ ἐπίστευσαν οὖν οἱ Ἰουδαῖοι περὶ αὐτοῦ ὅτι τυφλὸς ἦν
καὶ ἀνέβλεψεν, ἕως ὅτου ἐφώνησαν τοὺς γονεῖς αὐτοῦ τοῦ ἀναβλέψαντος
19 καὶ ἠρώτησαν αὐτοὺς λέγοντες· οὗτός ἐστιν ὁ υἱὸς ὑμῶν, ὃν
ὑμεῖς λέγετε ὅτι τυφλὸς ἐγεννήθη; πῶς οὖν ἄρτι βλέπει;
20 ἀπεκρίθησαν δὲ αὐτοῖς οἱ γονεῖς αὐτοῦ καὶ εἶπον· οἴδαμεν
ὅτι οὗτός ἐστιν ὁ υἱὸς ἡμῶν καὶ ὅτι τυφλὸς ἐγεννήθη·
21 πῶς δὲ νῦν βλέπει οὐκ οἴδαμεν, ἢ τίς ἤνοιξεν αὐτοῦ τοὺς
ὀφθαλμοὺς ἡμεῖς οὐκ οἴδαμεν· αὐτὸς ἡλικίαν ἔχει, αὐτὸν ἐρωτήσατε, αὐτὸς
περὶ ἑαυτοῦ λαλήσει.
22 ταῦτα εἶπον οἱ γονεῖς αὐτοῦ, ὅτι ἐφοβοῦντο τοὺς Ἰουδαίους·
ἤδη γὰρ συνετέθειντο οἱ Ἰουδαῖοι ἵνα, ἐάν τις αὐτὸν ὁμολογήσῃ Χριστόν,
ἀποσυνάγωγος γένηται.
23 διὰ τοῦτο οἱ γονεῖς αὐτοῦ εἶπον ὅτι ἡλικίαν ἔχει, αὐτὸν
ἐρωτήσατε.
24 ἐφώνησαν οὖν ἐκ δευτέρου τὸν ἄνθρωπον ὃς ἦν τυφλός, καὶ
εἶπον αὐτῷ· δὸς δόξαν τῷ Θεῷ· ἡμεῖς οἴδαμεν ὅτι ὁ ἄνθρωπος οὗτος
ἁμαρτωλός ἐστιν.
25 ἀπεκρίθη οὖν ἐκεῖνος καὶ εἶπεν· εἰ ἁμαρτωλός ἐστιν οὐκ
οἶδα· ἓν οἶδα, ὅτι τυφλὸς ὢν ἄρτι βλέπω.
26 εἶπον δὲ αὐτῷ πάλιν· τί ἐποίησέ σοι; πῶς ἤνοιξέ σου τοὺς
ὀφθαλμούς;
27 ἀπεκρίθη αὐτοῖς· εἶπον ὑμῖν ἤδη, καὶ οὐκ ἠκούσατε· τί
πάλιν θέλετε ἀκούειν; μὴ καὶ ὑμεῖς θέλετε αὐτοῦ μαθηταὶ γενέσθαι;
28 ἐλοιδόρησαν αὐτὸν καὶ εἶπον· σὺ εἶ μαθητὴς ἐκείνου· ἡμεῖς
δὲ τοῦ Μωϋσέως ἐσμὲν μαθηταί.
29 ἡμεῖς οἴδαμεν ὅτι Μωϋσεῖ λελάληκεν ὁ Θεός· τοῦτον δὲ οὐκ
οἴδαμεν πόθεν ἐστίν.
30 ἀπεκρίθη ὁ ἄνθρωπος καὶ εἶπεν αὐτοῖς· ἐν γὰρ τούτῳ
θαυμαστόν ἐστιν, ὅτι ὑμεῖς οὐκ οἴδατε πόθεν ἐστί, καὶ ἀνέῳξέ μου τοὺς
ὀφθαλμούς.
31 οἴδαμεν δὲ ὅτι ἁμαρτωλῶν ὁ Θεὸς οὐκ ἀκούει, ἀλλ᾿ ἐάν τις
θεοσεβὴς ᾖ καὶ τὸ θέλημα αὐτοῦ ποιῇ, τούτου ἀκούει.
32 ἐκ τοῦ αἰῶνος οὐκ ἠκούσθη ὅτι ἤνοιξέ τις ὀφθαλμοὺς τυφλοῦ
γεγεννημένου.
33 εἰ μὴ ἦν οὗτος παρὰ Θεοῦ, οὐκ ἠδύνατο ποιεῖν οὐδέν.
34 ἀπεκρίθησαν καὶ εἶπον αὐτῷ· ἐν ἁμαρτίαις σὺ ἐγεννήθης
ὅλος, καὶ σὺ διδάσκεις ἡμᾶς; καὶ ἐξέβαλον αὐτὸν ἔξω.
35 Ἤκουσεν ὁ Ἰησοῦς ὅτι ἐξέβαλον αὐτὸν ἔξω, καὶ εὑρὼν αὐτὸν
εἶπεν αὐτῷ· σὺ πιστεύεις εἰς τὸν υἱὸν τοῦ Θεοῦ;
36 ἀπεκρίθη ἐκεῖνος καὶ εἶπε· καὶ τίς ἐστι, Κύριε, ἵνα
πιστεύσω εἰς αὐτόν;
37 εἶπε δὲ αὐτῷ ὁ Ἰησοῦς· καὶ ἑώρακας αὐτὸν καὶ ὁ λαλῶν μετὰ
σοῦ ἐκεῖνός ἐστιν.
38
ὁ δὲ ἔφη· πιστεύω, Κύριε· καὶ προσεκύνησεν αὐτῷ.
Νεοελληνική απόδοση (Βάμβας)
1Και ενώ ανεχώρει, είδεν άνθρωπον τυφλόν εκ γενετής.
2Και ηρώτησαν αυτόν οι μαθηταί αυτού, λέγοντες· Ραββί, τις ήμαρτεν, ούτος ή οι γονείς αυτού, ώστε να γεννηθή τυφλός;
3Απεκρίθη ο Ιησούς· Ούτε ούτος ήμαρτεν ούτε οι γονείς αυτού, αλλά διά να φανερωθώσι τα έργα του Θεού εν αυτώ.
4Εγώ πρέπει να εργάζωμαι τα έργα του πέμψαντός με, εωσού είναι ημέρα· έρχεται νυξ ότε ουδείς δύναται να εργάζηται.
5Ενόσω είμαι εν τω κόσμω, είμαι φως του κόσμου.
6Αφού είπε ταύτα, έπτυσε χαμαί και έκαμε πηλόν εκ του πτύσματος και επέχρισε τον πηλόν επί τους οφθαλμούς του τυφλού
7και είπε προς αυτόν· Ύπαγε, νίφθητι εις την κολυμβήθραν του Σιλωάμ, το οποίον ερμηνεύεται απεσταλμένος. Υπήγε λοιπόν και ενίφθη, και ήλθε βλέπων.
8Οι δε γείτονες και όσοι έβλεπον αυτόν πρότερον ότι ήτο τυφλός έλεγον δεν είναι ούτος, όστις εκάθητο και εζήτει;
9Άλλοι έλεγον ότι ούτος είναι· άλλοι δε ότι όμοιος αυτού είναι. Εκείνος έλεγεν ότι εγώ είμαι.
10Έλεγον λοιπόν προς αυτόν· Πως ηνοίχθησαν οι οφθαλμοί σου;
11Απεκρίθη εκείνος και είπεν· Άνθρωπος λεγόμενος Ιησούς έκαμε πηλόν και επέχρισε τους οφθαλμούς μου και μοι είπεν· Ύπαγε εις την κολυμβήθραν του Σιλωάμ και νίφθητι· αφού δε υπήγα και ενίφθην, ανέβλεψα.
12Είπον λοιπόν προς αυτόν· Που είναι εκείνος; Λέγει· Δεν εξεύρω.
13Φέρουσιν αυτόν τον ποτέ τυφλόν προς τους Φαρισαίους.
14Ήτο δε σάββατον, ότε έκαμε τον πηλόν ο Ιησούς και ήνοιξε τους οφθαλμούς αυτού.
15Πάλιν λοιπόν ηρώτων αυτόν και οι Φαρισαίοι πως ανέβλεψε. Και εκείνος είπε προς αυτούς· Πηλόν έβαλεν επί τους οφθαλμούς μου, και ενίφθην, και βλέπω.
16Έλεγον λοιπόν τινές εκ των Φαρισαίων· Ούτος ο άνθρωπος δεν είναι παρά του Θεού, διότι δεν φυλάττει το σάββατον. Άλλοι έλεγον· Πως δύναται άνθρωπος αμαρτωλός να κάμνη τοιαύτα θαύματα; Και ήτο σχίσμα μεταξύ αυτών.
17Λέγουσι πάλιν προς τον τυφλόν· Συ τι λέγεις περί αυτού, επειδή ήνοιξε τους οφθαλμούς σου; Και εκείνος είπεν ότι προφήτης είναι.
18Δεν επίστευσαν λοιπόν οι Ιουδαίοι περί αυτού ότι ήτο τυφλός και ανέβλεψεν, έως ότου εφώναξαν τους γονείς αυτού του αναβλέψαντος
19και ηρώτησαν αυτούς, λέγοντες· Ούτος είναι ο υιός σας, τον οποίον σεις λέγετε ότι εγεννήθη τυφλός; πως λοιπόν βλέπει τώρα;
20Απεκρίθησαν προς αυτούς οι γονείς αυτού και είπον· Εξεύρομεν ότι ούτος είναι ο υιός ημών και ότι εγεννήθη τυφλός·
21Πως δε βλέπει τώρα δεν εξεύρομεν, ή τις ήνοιξε τους οφθαλμούς αυτού ημείς δεν εξεύρομεν· αυτός ηλικίαν έχει, αυτόν ερωτήσατε, αυτός περί εαυτού θέλει λαλήσει.
22Ταύτα είπον οι γονείς αυτού, διότι εφοβούντο τους Ιουδαίους· επειδή ήδη είχον συμφωνήσει οι Ιουδαίοι, εάν τις ομολογήση αυτόν Χριστόν, να γείνη αποσυνάγωγος.
23Διά τούτο οι γονείς αυτού είπον ότι ηλικίαν έχει, αυτόν ερωτήσατε.
24Εφώναξαν λοιπόν εκ δευτέρου τον άνθρωπον, όστις ήτο τυφλός, και είπον προς αυτόν· Δόξασον τον Θεόν· ημείς εξεύρομεν ότι ο άνθρωπος ούτος είναι αμαρτωλός.
25Απεκρίθη λοιπόν εκείνος και είπεν· Αν ήναι αμαρτωλός δεν εξεύρω· εν εξεύρω, ότι ήμην τυφλός και τώρα βλέπω.
26Είπον δε προς αυτόν πάλιν· τι σοι έκαμε; πως ήνοιξε τους οφθαλμούς σου;
27Απεκρίθη προς αυτούς· Σας είπον ήδη, και δεν ηκούσατε· διά τι πάλιν θέλετε να ακούητε; μήπως και σεις θέλετε να γείνητε μαθηταί αυτού;
28Ελοιδόρησαν λοιπόν αυτόν και είπον· Συ είσαι μαθητής εκείνου· ημείς δε του Μωϋσέως είμεθα μαθηταί.
29Ημείς εξεύρομεν ότι προς τον Μωϋσήν ελάλησεν ο Θεός· τούτον όμως δεν εξεύρομεν πόθεν είναι.
30Απεκρίθη ο άνθρωπος και είπε προς αυτούς· Εν τούτω μάλιστα είναι το θαυμαστόν, ότι σεις δεν εξεύρετε πόθεν είναι, και ήνοιξέ μου τους οφθαλμούς.
31Εξεύρομεν δε ότι αμαρτωλούς ο Θεός δεν ακούει, αλλ' εάν τις ήναι θεοσεβής και κάμνη το θέλημα αυτού, τούτον ακούει.
32Εκ του αιώνος δεν ηκούσθη ότι ήνοιξέ τις οφθαλμούς γεγεννημένου τυφλού.
33Εάν ούτος δεν ήτο παρά Θεού, δεν ηδύνατο να κάμη ουδέν.
34Απεκρίθησαν και είπον προς αυτόν· Συ εγεννήθης όλος εν αμαρτίαις, και συ διδάσκεις ημάς; και εξέβαλον αυτόν έξω.
35Ήκουσεν ο Ιησούς ότι εξέβαλον αυτόν έξω, και ευρών αυτόν είπε προς αυτόν· Συ πιστεύεις εις τον Υιόν του Θεού;
36Απεκρίθη εκείνος και είπε· Τις είναι, Κύριε, διά να πιστεύσω εις αυτόν;
37Και ο Ιησούς είπε προς αυτόν· Και είδες αυτόν και ο λαλών μετά σου εκείνος είναι.
38Ο δε είπε· Πιστεύω, Κύριε· και προσεκύνησεν αυτόν.