希腊文原文
11Εἶπεν
δέ, Ἄνθρωπός
τις εἶχεν
δύο υἱούς.
12καὶ
εἶπεν ὁ
νεώτερος
αὐτῶν τῷ
πατρί, Πάτερ,
δός μοι
τὸ ἐπιβάλλον
μέρος τῆς
οὐσίας. ὁ
δὲ διεῖλεν
αὐτοῖς τὸν
βίον.
13καὶ
μετ' οὐ
πολλὰς ἡμέρας
συναγαγὼν
πάντα ὁ
νεώτερος υἱὸς
ἀπεδήμησεν
εἰς χώραν
μακράν, καὶ
ἐκεῖ
διεσκόρπισεν τὴν
οὐσίαν αὐτοῦ
ζῶν ἀσώτως.
14δαπανήσαντος
δὲ αὐτοῦ
πάντα ἐγένετο
λιμὸς ἰσχυρὰ
κατὰ τὴν
χώραν ἐκείνην,
καὶ αὐτὸς
ἤρξατο
ὑστερεῖσθαι.
15καὶ
πορευθεὶς
ἐκολλήθη ἑνὶ
τῶν πολιτῶν
τῆς χώρας
ἐκείνης, καὶ
ἔπεμψεν αὐτὸν
εἰς τοὺς
ἀγροὺς αὐτοῦ
βόσκειν
χοίρους:
16καὶ
ἐπεθύμει
χορτασθῆναι ἐκ
τῶν κερατίων
ὧν ἤσθιον
οἱ χοῖροι,
καὶ οὐδεὶς
ἐδίδου αὐτῷ.
17εἰς
ἑαυτὸν δὲ
ἐλθὼν ἔφη,
Πόσοι μίσθιοι
τοῦ πατρός
μου
περισσεύονται ἄρτων,
ἐγὼ δὲ
λιμῷ ὧδε
ἀπόλλυμαι.
18ἀναστὰς
πορεύσομαι
πρὸς τὸν
πατέρα μου
καὶ ἐρῶ
αὐτῷ, Πάτερ,
ἥμαρτον εἰς
τὸν οὐρανὸν
καὶ ἐνώπιόν
σου,
19οὐκέτι
εἰμὶ ἄξιος
κληθῆναι υἱός
σου: ποίησόν
με ὡς
ἕνα τῶν
μισθίων σου.
20καὶ
ἀναστὰς ἦλθεν
πρὸς τὸν
πατέρα ἑαυτοῦ.
ἔτι δὲ
αὐτοῦ μακρὰν
ἀπέχοντος
εἶδεν αὐτὸν
ὁ πατὴρ
αὐτοῦ καὶ
ἐσπλαγχνίσθη
καὶ δραμὼν
ἐπέπεσεν ἐπὶ
τὸν τράχηλον
αὐτοῦ καὶ
κατεφίλησεν
αὐτόν.
21εἶπεν
δὲ ὁ
υἱὸς αὐτῷ,
Πάτερ,
ἥμαρτον εἰς
τὸν οὐρανὸν
καὶ ἐνώπιόν
σου, οὐκέτι
εἰμὶ ἄξιος
κληθῆναι υἱός
σου.
22εἶπεν
δὲ ὁ
πατὴρ πρὸς
τοὺς δούλους
αὐτοῦ, Ταχὺ
ἐξενέγκατε
στολὴν τὴν
πρώτην καὶ
ἐνδύσατε
αὐτόν, καὶ
δότε
δακτύλιον εἰς
τὴν χεῖρα
αὐτοῦ καὶ
ὑποδήματα εἰς
τοὺς πόδας,
23καὶ
φέρετε τὸν
μόσχον τὸν
σιτευτόν,
θύσατε καὶ
φαγόντες
εὐφρανθῶμεν,
24ὅτι
οὗτος ὁ
υἱός μου
νεκρὸς ἦν
καὶ ἀνέζησεν,
ἦν ἀπολωλὼς
καὶ εὑρέθη.
καὶ ἤρξαντο
εὐφραίνεσθαι.
25ην
δὲ ὁ
υἱὸς αὐτοῦ
ὁ πρεσβύτερος
ἐν ἀγρῷ:
καὶ ὡς
ἐρχόμενος
ἤγγισεν τῇ
οἰκίᾳ,
ἤκουσεν συμφωνίας
καὶ χορῶν,
26καὶ
προσκαλεσάμενος
ἕνα τῶν
παίδων
ἐπυνθάνετο τί
ἂν εἴη
ταῦτα.
27ὁ
δὲ εἶπεν
αὐτῷ ὅτι
Ὁ ἀδελφός
σου ἥκει,
καὶ ἔθυσεν
ὁ πατήρ
σου τὸν
μόσχον τὸν
σιτευτόν, ὅτι
ὑγιαίνοντα
αὐτὸν ἀπέλαβεν.
28ὠργίσθη
δὲ καὶ
οὐκ ἤθελεν
εἰσελθεῖν. ὁ
δὲ πατὴρ
αὐτοῦ ἐξελθὼν
παρεκάλει
αὐτόν.
29ὁ
δὲ ἀποκριθεὶς
εἶπεν τῷ
πατρὶ αὐτοῦ,
Ἰδοὺ τοσαῦτα
ἔτη δουλεύω
σοι καὶ
οὐδέποτε
ἐντολήν σου
παρῆλθον, καὶ
ἐμοὶ οὐδέποτε
ἔδωκας ἔριφον
ἵνα μετὰ
τῶν φίλων
μου εὐφρανθῶ:
30ὅτε
δὲ ὁ
υἱός σου
οὗτος ὁ
καταφαγών σου
τὸν βίον
μετὰ πορνῶν
ἦλθεν, ἔθυσας
αὐτῷ τὸν
σιτευτὸν
μόσχον.
31ὁ
δὲ εἶπεν
αὐτῷ, Τέκνον,
σὺ πάντοτε
μετ' ἐμοῦ
εἶ, καὶ
πάντα τὰ
ἐμὰ σά
ἐστιν:
32εὐφρανθῆναι
δὲ καὶ
χαρῆναι ἔδει,
ὅτι ὁ
ἀδελφός σου
οὗτος νεκρὸς
ἦν καὶ
ἔζησεν, καὶ
ἀπολωλὼς καὶ
εὑρέθη.
中文(和合本)
11耶稣又说:「一个人有两个儿子。
12小儿子对父亲说:『父亲,请你把我应得的家业分给我。』他父亲就把产业分给他们。
13过了不多几日,小儿子就把他一切所有的都收拾起来,往远方去了。在那里任意放荡,浪费资财。
14既耗尽了一切所有的,又遇着那地方大遭饥荒,就穷苦起来。
15于是去投靠那地方的一个人;那人打发他到田里去放猪。
16他恨不得拿猪所吃的豆荚充饥,也没有人给他。
17他醒悟过来,就说:『我父亲有多少的雇工,口粮有余,我倒在这里饿死吗?
18我要起来,到我父亲那里去,向他说:父亲!我得罪了天,又得罪了你;
19从今以后,我不配称为你的儿子,把我当作一个雇工吧!』
20于是起来,往他父亲那里去。相离还远,他父亲看见,就动了慈心,跑去抱着他的颈项,连连与他亲嘴。
21儿子说:『父亲!我得罪了天,又得罪了你;从今以后,我不配称为你的儿子。』
22父亲却吩咐仆人说:『把那上好的袍子快拿出来给他穿;把戒指戴在他指头上;把鞋穿在他脚上;
23把那肥牛犊牵来宰了,我们可以吃喝快乐;
24因为我这个儿子是死而复活,失而又得的。』他们就快乐起来。
25那时,大儿子正在田里。他回来,离家不远,听见作乐跳舞的声音,
26便叫过一个仆人来,问是甚么事。
27仆人说:『你兄弟来了;你父亲因为得他无灾无病地回来,把肥牛犊宰了。』
28大儿子却生气,不肯进去;他父亲就出来劝他。
29他对父亲说:『我服事你这多年,从来没有违背过你的命,你并没有给我一只山羊羔,叫我和朋友一同快乐。
30但你这个儿子和娼妓吞尽了你的产业,他一来了,你倒为他宰了肥牛犊。』
31父亲对他说:『儿啊!你常和我同在,我一切所有的都是你的;
32只是你这个兄弟是死而复活、失而又得的,所以我们理当欢喜快乐。』」